Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος (Ψαλμ. 117, 14)

Ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. (Ψαλμ. 145, 2)

**********************************************

Δρος Χαραλάμπους Μ. Μπούσια

Μεγάλου Ὑμνογράφου τῆς τῶν Ἀλεξανδρέων Ἐκκλησίας

 

 ΑΚΟΛΟΥΘΙΑ

 ΕΙΣ ΤΟΝ ΕΝ ΟΣΙΟΙΣ ΠΑΤΕΡΑ ΗΜΩΝ ΓΑΒΡΙΗΛ

ΤΟΝ ΔΙΑ ΧΡΙΣΤΟΝ ΣΑΛΟΝ ΚΑΙ ΟΜΟΛΟΓΗΤΗΝ

ΕΝ ΓΕΩΡΓΙᾼ ΑΡΤΙΩΣ ΕΚΛΑΜΨΑΝΤΑ

 Ἀθῆναι   2013

 

ΑΚΟΛΟΥΘΙΑ

ΕΙΣ ΤΟΝ ΕΝ ΟΣΙΟΙΣ ΠΑΤΕΡΑ ΗΜΩΝ ΓΑΒΡΙΗΛ

ΤΟΝ ΔΙΑ ΧΡΙΣΤΟΝ ΣΑΛΟΝ ΚΑΙ ΟΜΟΛΟΓΗΤΗΝ

ΕΝ ΓΕΩΡΓΙᾼ ΑΡΤΙΩΣ ΕΚΛΑΜΨΑΝΤΑ 

Ἡ μνήμη αὐτῶν τελεῖται τῇ Β΄ Νοεμβρίου

 Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια

 ******************************************

ΕΝ   Τῼ   ΜΙΚΡῼ   ΕΣΠΕΡΙΝῼ

Μετὰ τὸν Προοιμιακὸν εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια·

Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

 

Πανόσιε ὁμολογητὰ

τοῦ Χριστοῦ τῆς πίστεως,

ἐν ἀθεότητος ἔτεσι

δήμους ἠγλάϊσας

κεκρυμμένων πάντων

διὰ φόβον, πάντιμε,

αὐτοὺς δυναστευόντων καὶ ἤγειρας

τρόπαιον πάνσεπτον,

Γαβριὴλ πνευματοφόρητε,

εὐσεβείας

σαλότητος τρόποις σου.

 

Παρέδωκας ἔκτυπον εἰς πῦρ

τοῦ ἀθέου, Ὅσιε,

τυράννου ὄχλου ἐνώπιον

καὶ καθυπέμεινας,

Γαβριὴλ στεῤῥόφρον,

ὥσπερ ἄλλου πάσχοντος

βασάνους ζοφερὰς καὶ πολύμηνον

ἄλγος καθείρξεως

διὰ πίστιν σου εἰς Κύριον,

τὸν Σωτῆρα

ἁπάσης τῆς κτίσεως.

 

Σαλότητος τρόποις, Γαβριήλ,

τὸν ἐχθρὸν κατῄσχυνας

καὶ σαῖς μωραῖς προσποιήσεσι

τούτου τὰ ὄργανα

ἐν τῇ Γεωργίᾳ,

πάτερ θεοτίμητε,

ὁ χάριν εἰληφὼς διοράσεως

ἄνωθεν ἄφθονον

ὥσπερ ἄνθρωπος ἰσάγγελος

καὶ Ὑψίστου

Θεοῦ φίλος γνήσιος.

 

Συνέκδημον ἔχων, Γαβριὴλ

μάκαρ, τὴν εὐσέβειαν

καὶ ὅλος πέλων ἀνάπλεως

τῆς ἀγαπήσεως

τοῦ Θεοῦ, σοῦ βίου

τὴν ὁδὸν διήνυσας

καλῶς καὶ φιλανθρώπως, πανεύφημε·

ὅθεν τιμῶντές σε

εὐλαβῶς κατασπαζόμενα

σοῦ τὸν τάφον,

ἰάσεις ἐκχέοντα.

 

Δόξα. Ἦχος πλ. δ΄.

 

Τὸν ὑπὲρ πάντας φιλοῦντα τὸν Κύριον

καὶ μὴ πτοούμενον ὕβρεις, βασάνους, καθείρξεις καὶ κακώσεις,

ἀλλὰ ὁλοθύμως ὑπὲρ τῆς εὐσεβείας ἀγωνιζόμενον,

Γαβριὴλ τὸν ὁμολογητήν, εὐφημήσωμεν λέγοντες·

Ὁ ἐν  Γεωργίᾳ τυράννους καταισχύνας

καὶ μεγαλύνας Θεοῦ τὸ κράτος ὑπερφυέσι κατορθώμασι

καὶ σαλότητος τρόποις,

ἕλκυσον πρὸς εὐσεβείας τοὺς ἐν ἀγνωσίᾳ καθεύδοντας

καὶ σῶσον ἐκ θανάτου τὰς ψυχὰς τῶν ὕμνοις τιμώντων σε.

 

Καὶ νῦν. Θεοτοκίον. Δέσποινα, πρόσδεξαι….

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

 

σιε Γαβιήλ,

τῆς Γεωργίας νέον

ὡράϊσμα τὴν κλῆσιν

ἐν δυσχειμέροις χρόνοις

Χριστοῦ  καθωμολόγησας.

 

Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

 

Χαῖρε, ὁ ποταμὸς

τοῦ Πνεύματος χαρίτων,

ὁ ὕδασιν ἀρδεύσας

τὴν Ἰβηρίαν ἄρτι,

ὦ Γαβριήλ, θαυμάτων σου.

 

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

 

Χαῖρε, ὁ ἐκ παιδὸς

τὸν Ἰησοῦν φιλήσας

καὶ μόχθοις σου ἐγείρας

Αὐτῷ Ναὸν ἐν χρόνοις,

ὦ Γαβριήλ, νεότητος.

 

Δόξα. Τριαδικόν.

 

Δόξα Σοι, ὁ Θεός,

τοῦ Γαβριὴλ καρδίαν

ὁ πλήσας θείου σθένους

εὐσέβειαν κηρῦξαι,

Τριὰς ἡ ὁμοούσιος.

 

Καὶ νῦν. Θεοτοκίον.

 

Χαῖρε, Μῆτερ Θεοῦ,

ἡ ῥυομένη πάντας

παγίδων τοῦ ἐχθίστου,

ἀσθενειῶν, κινδύνων

καὶ πάσης περιστάσεως.

 

Νῦν ἀπολύεις…τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις.

 

***************************************************

 ΕΝ  Τῼ  ΜΕΓΑΛῼ  ΕΣΠΕΡΙΝῼ

Μετὰ τὸν Προοιμιακὸν τὸ Μακάριος ἀνήρ, εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους η΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια·

 

Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

 

ρχιμανδρίτην θεόπνουν

καὶ γενναιόφρονα,

τῆς Ὀρθοδόξου κλέος

Γεωργίας καὶ στῦλον

Χριστοῦ τῆς Ἐκκλησίας νεολαμπῆ,

Γαβριήλ, ἐπαινέσωμεν

ὡς εὐσεβείας κραταίωμα καὶ δριμὺ

ἀσεβείας ὄντως σύντριμμα.

 

Κλεινῶν ἀρτίως Μαρτύρων

τὰ κατορθώματα

ζηλώσας τὴν εἰκόνα

τοῦ ἀθέου τυράννου

κατέκαυσας πρὸ ὄχλου τῶν ἀσεβῶν,

Γαβριήλ, καὶ ἀπείληφας

ἐκ τῶν χειρῶν τοῦ Κυρίου σου Ἰησοῦ

σῆς ὁμολογίας στέφανον.

 

ν τῶ πατρῴῳ σου οἴκῳ

Ναὸν ἐδόμησας

εἰς πεῖσμα τῶν ἀθέων

ἐν ἀκμῇ ἡλικίας

τῆς σῆς χερσὶν ἰδίοις, ἐγκρατευτὰ

Γαβριήλ, ὁ καρδίαν σου

ναὸν ποιήσας τῆς Χάριτος τοῦ Θεοῦ

ἀγωγῇ σου ἀχειρότευκον.

 

Διδάσκων πάντας ἀγάπην

Χριστοῦ, μετάνοιαν

καὶ προσδοκῶν δευτέραν

ἐπὶ γῆς παρουσίαν

Αὐτοῦ ἐπολιτεύσω, θεοειδὲς

Γαβριήλ, ὡς ἰσάγγελος

καὶ μετὰ πότμον μετέστης πρὸς οὐρανοὺς

τοῖς Ἀγγέλοις συνευφραίνεσθαι.

 

ν τῆ αὐλῇ τοῦ Κυρίου

Μεταμορφώσεως

Μονῇ ἐν τῇ Ματσχέτᾳ

σὸν πανίερον τάφον

ἐν πίστει προσκυνοῦμεν εἰλικρινῆ,

Γαβριὴλ θαυματόβρυτε,

τὸν ἰαμάτων ἐκβλύζοντα ὀχετοὺς

ὡς χειμάῤῥουν Θείας Χάριτος.

 

Τὴν σὴν πανίερον μνήμην

πανηγυρίζοντες,

σεπτὲ Ἀρχιμανδρῖτα,

Γαβριήλ, ἐπαινοῦμεν

στεῤῥὰν ὁμολογίαν τοῦ Ἰησοῦ

πρὸ ἀθέων τῆς κλήσεως,

δι’ ἣν ὑπήνεγκας θλᾶσιν τῶν σῶν πλευρῶν

καὶ παντίμου σιαγόνος σου.

 

Δόξα. Ἦχος πλ. β΄.

 

λος φλεγόμενος,Γαβριήλ, ἐκ νεότητος

πυρὶ τῆς ἐνσαρκωμένης ἀγάπης, τοῦ φιλανθρώπου Κυρίου,

κατέκαυσας εὐθαρσῶς ἐνώπιον πλήθους

τὴν τοῦ ἀθέου δυνάστου εἰκόνα ἐν Τιφλίδι,

ἐν χρόνοις δυσχειμέροις, πανόσιε·

ἀγλαΐσας ὅθεν Χριστωνύμων τοὺς δήμους

καὶ καταισχύνας τοὺς ἑσμοὺς τῶν ἀπίστων,

τὴν ὁδὸν τοῦ προσωπικοῦ σου Γολγοθᾶ ἤνυσας χαίρων

διὰ πολλῶν βασάνων καὶ θλίψεων·

καὶ νῦν Χριστῷ συναγαλλόμενος

ὡς παῤῥησίαν πρὸς Αὐτὸν ἔχων μεγίστην

μὴ παύσῃ πρεσβεύων ὑπὲρ τῶν τιμώντων τὴν μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον. Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε,…

 

Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα·

 

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα.

(Κεφ. β΄ 1 – 11 )

 

Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ’ ἐσχάτων σου. Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον· ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Πίστευσον αὐτῷ καὶ ἀντιλήψεταί σου· εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ’ αὐτόν. Οἱ φοβούμενοι τὸν Κύριον ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. Οἱ φοβούμενοι Κύριον πιστεύσατε αὐτῷ καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. Οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη ; Ἢ τίς ἐπεκαλέσατο αὐτὸν καὶ ὑπερεῖδεν αὐτόν ; Διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σῴζει ἐν καιρῷ θλίψεως.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.

(Κεφ. α΄ 1 – 10 )

 

γαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο  φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ, οὐδὲ μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον  ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.

(Κεφ. γ΄ 1  –  9)

 

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

ΕΙΣ   ΤΗΝ   ΛΙΤΗΝ

Ἰδιόμελα.

 

Ἦχος α΄.

 

Δεῦτε πάντες εὐσεβόφρονες τιμήσωμεν

τὸν διὰ μωρῶν προσποιήσεων δεικνύντα τὴν τοῦ Θεοῦ σοφίαν

καὶ διὰ τραχύτητος λόγων τῆς ψυχῆς εὐγένειαν,

στῦλον νεόφαντον Χριστοῦ ὁμολογίας,

Γαβριὴλ τὸν ἀξιέπαινον, λέγοντες·

Ὁ κακουχίαις, στερήσεσι καὶ στενώσεσιν

ἀρθεὶς εἰς πλατυσμὸν οὐράνιον

καὶ προσευχῇ καὶ ὁμολογίᾳ πίστεως

τῆς τοῦ Θεοῦ υἱοθεσίας ἀπολαύων,

ῥύου ἡμᾶς πάσης περιστάσεως

τοὺς ὑμνοῦντας ἐκθύμως τὴν ἀεισέβαστον μνήμην σου.

 

Ἦχος β΄.

 

μπαιζόμενος καὶ χλευαζόμενος ὑπὸ τῶν ἀθέων

καὶ τὸν ζυγὸν τοῦ εὐτελισμοῦ ἀναλαμβάνων ἐπωμάδιον

τὸν δόλιχον τοῦ παρόντος βίου ἀμέμπτως διῆλθες

καὶ πρὸς οὐρανίους κατήντησας σκηνώσεις, Γαβριὴλ πανθαύμαστε·

ὅθεν ἡμεῖς ἐπαινοῦντές σε καὶ τιμῶντες τὴν μνήμην σου

καταστέφομέν σε τοῖς ῥόδοις τῶν ᾀσμάτων

καὶ τὰς θεοπειθεῖς σου εὐχὰς ἐκδεχόμεθα

πρὸς ἀρετῆς ὁλοκλήρωσιν καὶ θέωσιν.

 

Ἦχος γ΄.

 

Μνημονεύων τοῦ σοῦ γεννήτορος,

τοῦ ὀτρύνσει τῶν ἀθέων Ναὸν τοῦ Θεοῦ κατεδαφίσαντος,

πρὸς ἄφεσιν τοῦ ἐκείνου φρικτοῦ παραπτώματος

ἐν νεότητι ἐδόμησας Ναὸν χερσί σου ἰδίοις

καὶ δὴ ἐν διωγμοῦ χρόνοις δυσχειμέροις

παρὰ τὸν πατρικόν σου οἶκον, Γαβριὴλ θεοτίμητε·

ὅθεν πάντες μνημονεύοντες ἀξιοχρέως τῶν κατορθωμάτων σου

τὰς ἀδιαλείπτους σου εὐχὰς ἐκζητοῦμεν πρὸς Κύριον,

τὸν παρέχοντα πᾶσι τὸ μέγα ἔλεος.

 

Ἦχος δ΄.

 

Μισήσας παιδιόθεν, Γαβριήλ, τὰ ῥευστὰ καὶ πρόσκαιρα

ζηλωτὴς γέγονας τῶν διαμενόντων εἰς αἰῶνας,

ὧν ἠξιώθης δι’ ἀγγελικῆς ἀπολαῦσαι πολιτείας·

ὅθεν ὡς Γεωργίας πιστῶν ὁδηγὸν πρὸς σωτηρίαν τιμῶντές σε

καὶ τὸν χαριτόβρυτον τάφον σου πανευλαβῶς ἀσπαζόμενοι

ὡς πρέσβυν προβάλλομέν σε πρὸς Κύριον ἀνύστακτον,

τὸν δωρούμενον πᾶσιν ἱλασμὸν καὶ θεῖον ἔλεος.

 

Δόξα. Ἦχος ὁ αὐτός.

 

Τὸν διδάσκοντα τὰ πλήθη ἐν θεϊκῇ σοφίᾳ

καὶ ἐξοργίζοντα τὰ δαιμόνια τοῖς αὐτοῦ φθέγμασι,

Γαβριήλ, τὸν θεόσοφον Ἀρχιμανδρίτην, ὑμνήσωμεν

ὡς σκεῦος εὔχρηστον τοῦ Παναγίου Πνεύματος

ἐν ἀγαλλιάσει αὐτῷ βοῶντες·

Σαρκοφόρε Ἄγγελε,

ὁ τὸν πονηρὸν ἐμπαίξας τῇ σῇ μωρίᾳ,

καὶ εἰς ὕψος ἀρετῶν καταντήσας

διὰ τῆς ἰσοβίου σου ἀσκήσεως καὶ κακουχίας,

πέμψον ἡμῖν εὐχαῖς σου Ἀγγέλους δεῖξαι

τὴν ἀτραπὸν ἀπάγουσαν πρὸς σωτηρίαν καὶ ζωὴν τὴν αἰώνιον.

 

Καὶ νῦν. Θεοτοκίον. Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου…

 

Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.

 

Χαίροις, ὁ ἐραστὴς ἐκ παιδὸς

τῆς εὐσεβείας καὶ ἀόκνου ἀσκήσεως,

ὁ γόνος τῆς Γεωργίας,

θεοειδὲς Γαβριήλ,

ἄρτι διαλάμψας

σοῦ φρονήματος

γενναίου πυρσεύμασιν,

ἀστραπαῖς προσποιήσεων

μωρῶν σου, μάκαρ,

καὶ βολαῖς σῆς σαλότητος

τρόπων, Ὅσιε,

ὁ ἀθέων τὴν ἔπαρσιν

κατεδαφίσας λόγοις σου

πανσόφοις καὶ πράξεσιν

ἡρωϊκαῖς ἐν ἐσχάτοις

χρόνοις, ἐν οἷς ἐβασίλευεν

ἑσμὸς τῶν ἀθέων

ἐν δυσμοίρῳ σου πατρίδι,

θεοφορούμενε.

 

Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

 

Χαίροις, εἰκὼν λαμπρά, Γαβριήλ,

καὶ διαυγὴς τῆς τοῦ Χριστοῦ ἀγαπήσεως,

ὁ λύχνος ὁ φωτοφόρος

ἀσκητικῆς ἀγωγῆς,

ὁ στρουθὸς μονάζον

ἐπὶ δώματος,

ὁ πόθον ἀκόρεστον

ἔχων τῆς ἐφαπλώσεως

τῆς Βασιλείας

τοῦ Χριστοῦ ἐν πατρίδι σου,

ἥνπερ ἄθεοι

κατεπίεζον τύραννοι·

χαίροις, Ὁσίων πρόβολε,

πτωχείας θησαύρισμα

τοῦ Ἰησοῦ καὶ σοφίας

τῆς κεκρυμμένης ἀπαύγασμα

Αὐτοῦ, ὁ ἐν χρόνοις

τοῖς ἐσχάτοις εὐσεβείας

ἐγείρας τρόπαιον.

 

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

 

Χαίροις, ὁ ἁγιάσας ῥοαῖς

τῶν σῶν δακρύων, Γαβριὴλ ἀξιέραστε,

τοῦ Μύριαν βασιλέως

τὸν πύργον τοῦ θεαυγοῦς

καὶ Μονὴν Σαμτάβρο

περιώνυμον,

τῆς Μεταμορφώσεως

τοῦ Χριστοῦ, τῆς ἐχούσης σου

ὡς ὄλβον θεῖον

τάφον τὸν χαριτόβρυτον,

τὰ ἰάματα

τοῖς νοσοῦσι προχέοντα

καὶ ἐνεργοῦντα ἄπειρα

ἑκάστοτε θαύματα

τοῖς εὐλαβῶς προσιοῦσιν

αὐτῷ, κρουνὲ ἁγιάσματος,

πανόσιε πάτερ,

ὁ τὴν χάριν οὐρανόθεν

λαβὼν ἰάσεων.

 

Δόξα. Ἦχος πλ. δ΄.

 

Τὸν πίνοντα χυμοὺς φρούτων

καὶ προσποιούμενον τὸν μέθυσον,

μεμεθυσμένην δὲ ἀποκαλέσαντα

τὴν αὐτῶν γευσαμένην καὶ εἰποῦσαν ὅτι χυμὸς αὐτός ἐστι,

Γαβριὴλ τὸν Ὅσιον, εὐφημήσωμεν οὕτω λέγοντες·

Ὁ μεμεθυσμένος ἐκ θείου ἔρωτος

καὶ διὰ μωρίας κρύπτων τὴν σύνοικόν σοι Θεοῦ σοφίαν,

ἔμπλησον ἡμᾶς ἀγάπης εἰλικρινοῦς τὰς καρδίας

καὶ σῶσον ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον. Δέσποινα, πρόσδεξαι…

 

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

 

Πολιτείᾳ ἐνθέῳ καλλωπιζόμενον,

Ἀρχιμανδρίτην θεόπνουν

πανευλαβῶς, Γαβριήλ,

εὐφημήσωμεν ὡς φάρον διοράσεως

καὶ ἀσθενούντων ἰατρόν,

οὗ ὁ τάφος δαψιλῶς

ἰσχύος ἐκχέει ῥεῖθρα,

βοῶντες· Πάτερ, εὐλόγει

θεόθεν πάντας τοὺς τιμῶντάς σε.

 

Θεοτοκίον. Χαῖρε, πύλη Κυρίου ἡ ἀδιόδευτος…

 

Ἀπόλυσις.

***********************************************************
Ε Ν   Τ ῼ   Ο Ρ Θ Ρ ῼ

 

Μετὰ τὸν Ἑξάψαλμον τὸ Ἀπολυτίκιον, ὡς ἐν τῷ Μεγάλῳ Ἑσπερινῷ, μετὰ δὲ τὴν α΄ Στιχολογίαν Κάθισμα.

 

Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.

 

κρύπτων θαυμαστῶς

σύνοικόν σοι σοφίαν

τοῦ πάντων Ποιητοῦ,

Γαβριὴλ θεοφόρε,

μωρῶν προσποιήσεων

τρόποις, πάτερ ἀοίδιμε,

κατηδάφισας

τὸ ἐπηρμένον ἀθέων

ἅπαν φρύαγμα

καὶ τὴν εἰκόνα προτύπου

αὐτῶν, μάκαρ, ἔκαυσας.

 

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

 

Πανύμνητε Υἱοῦ

τοῦ Παντάνακτος Μῆτερ,

Παρθένε ἀγαθή,

ἡ ἀεὶ ἐλεοῦσα

ἡμᾶς καὶ οἰκτίρουσα

τοὺς εἰς σὲ καταφεύγοντας,

ῥῦσαι θλίψεων

καὶ πειρασμῶν καὶ κινδύνων

τοὺς ἐν ᾄσμασι

δοξολογοῦντας σὸν Τοκον

καὶ σὲ μεγαλύνοντας.

 

Μετὰ τὴν β΄ Στιχολογίαν Κάθισμα.

Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

 

Τιφλίδος ἐκβλάστημα

καὶ Γεωργίας φανὲ

νεόφωτε, ηὔγασας,

φωτοειδὲς Γαβριήλ,

πατρίδος σου πέρατα

φέγγει σῆς πολιτείας

φωταυγοῦς καὶ ἀκτῖσι

Κτίστου ὁμολογίας

τοῦ ὀνόματος ἄρτι

ἐνώπιον ἀθέων ἑσμῶν,

πάτερ πανόσιε.

 

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

 

ρότρῳ σῆς χάριτος

ξηρὰς καρδίας ἡμῶν

γεώργησον, Δέσποινα,

τῶν προσκυνούντων πιστῶς

τὸν ἄχραντον Τόκον σου,

ἄχραντε Παναγία,

καὶ βοώντων ἀπαύστως·

Μῆτερ τοῦ Ζωοδότου

Ἰησοῦ γλυκυτάτη,

γεώργιον καρδίας ἠθῶν

δεῖξον τῶν δούλων σου.

 

Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

 

Τὸν ἀκατάβλητον ἔχοντα φρόνημα

καὶ προσποιήσεσιν εὐαρεστήσαντα

μωραῖς Χριστῷ τῷ Λυτρωτῇ τιμήσωμεν εὐσχημόνως,

Γαβριὴλ τὸν Ὅσιον, Γεωργίας ἐγκαύχημα,

Ὀρθοδόξου πίστεως στῦλον τὸν ἀδιάσειστον,

ὡς σύντριμμα ἀθέων βοῶντες· Χαῖρε, πνευματοφόρε Πάτερ.

 

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

 

Τὴν σκοτισθεῖσάν μου ψυχὴν καταύγασον

φωτὶ τῆς Χάριτος τοῦ θείου Τόκου σου,

ἁγνὴ Παρθένε, Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων,

καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου,

ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως

καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.

 

Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου καὶ τὸ Προκείμενον·

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

 

Εὐαγγέλιον· Ὁσιακόν (Λουκ. στ΄ 17 – 23).

Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ…

Ζήτει τῇ Παρασκευῇ τῆς  Β΄ Ἑβδομάδος.

Ὁ Ν΄ Ψαλμός.

 

Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου, πρεσβείαις, Ἐλεῆμον,…

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείας, Ἐλεῆμον….

 

Ἰδιόμελον. Ἦχος πλ. β΄.

 

Εὐχῆς καρδιακῆς τὸ ἀσίγητον στόμα,

παντὶ προσερχόμενον αὐτῷ διδόντα ἄρτον καὶ ἅλας

κατ’ ἔθος Γεωργιανὸν ἀποδείξεως ἀγάπης

καὶ προσευχῆς διὰ ζωὴν τὴν αἰώνιον,

Γαβριήλ, τὸν πνευματέμφορον ἀσκητήν, τιμήσωμεν

ἐν εὐλαβείᾳ αὐτῷ βοῶντες·

Πάτερ πανιερώτατε,

ὁ τῆς τοῦ Θεοῦ υἱοθεσίας ἀπολαύων ὡς Αὐτῷ εὐάρεστος,

δὸς ἡμῖν εὐχαῖς σου τὸν ἄρτον τὸν ἐπιούσιον

καὶ ἀξίωσον χαρᾶς τοῦ Παραδείσου τοὺς σὲ μακαρίζοντας.

 

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου….

 

Εἶτα ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς·

 

” Γαβριὴλ ἐγκώμιον, Ὁμολογητοῦ Ὁσίου. Χ. Μ.”

 

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

 

Γενναίῳ φρονήματι

τὸν Ἰησοῦν ὡμολόγησας

ἐσχάτοις ἐν ἔτεσιν

ἐν Γεωργίᾳ τρανῶς

καὶ κατῄσχυνας

ἀθέους καὶ ἀπίστους

σαλότητος τρόποις σου,

Πάτερ πανόσιε.

 

ρτίως τῆς πίστεως

ἤγειρας τρόπαιον πάνσεπτον

καμάτοις οἰκείοις σου,

θεοειδὲς Γαβριήλ,

ὁ τὸ φρύαγμα

τυράννων ἐδαφίσας

λαοῦ σθένει Χάριτος

τῆς ἐνοικούσης σοι.

 

Βολίσι παμφώτοις σου

τῶν διδαγμάτων σου ἔλυσας

ἀθέων σκοτόμαιναν

τὴν ζοφεράν, Γαβριήλ,

καὶ ἀνέτειλας

ἐν Γεωργίᾳ ἦμαρ

Χριστοῦ θείας πίστεως

φωτοειδέστατον.

 

Θεοτοκίον.

 

ωννύμενοι σθένει σου

τῆς ἐναργοῦς ἀντιλήψεως,

σεμνὴ ἀειπάρθενε,

καὶ ταχινῆς ἀρωγῆς

ἐκλυτρούμεθα

παθῶν καὶ ἀλγηδόνων

παντοίων, Μητρόθεε,

κόσμου προσφύγιον.

 

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

 

δὼν φῶς ἡλίου ἐν Τιφλίδι

ἐπόθησας, μάκαρ Γαβριήλ,

τῆς ἀθεΐας ζόφωσιν

διῶξαι ἐκ πατρίδος σου

καὶ νοητοῦ τὸ ἄδυτον

Ἡλίου φῶς λάμψαι πέρασι.

 

χάρις Κυρίου παιδιόθεν

ἐν χρόνοις ἐσχάτοις, Γαβριήλ,

ἐσκίασέ σε, Ὅσιε,

πλουσίως καὶ ἠξίωσεν

ὁμολογῆσαι ὄνομα

Αὐτοῦ τρανῶς σὲ τὸ ἅγιον.

 

Λυπούμενος διὰ τοῦ πατρός σου

ἐδάφισιν, πάτερ Γαβριήλ,

Ναοῦ οἰκείοις μόχθοις σου

Ναὸν σεπτὸν ἐδόμησας

ἐν ἔτεσι διώξεως

Χριστιανῶν ἐν τῷ οἴκῳ σου.

 

Θεοτοκίον.

 

πάκουσον σοῦ τῶν δεομένων

θερμῶς, Θεοκῦμον ἀγαθή,

καὶ βράβευσον τοῖς δούλοις σου

κατ’ ἄμφω τὴν ὑγίειαν

τοῦ Γαβριὴλ ἐντεύξεσιν

ὁμολογήσαντος Τόκον σου.

 

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

 

Στόμα πάγχρυσον ὁμολογίας

τοῦ Παντάνακτος Θεοῦ ἀρτίως,

Γαβριήλ, τῆς Γεωργίας καλλώπισμα,

τῆς ἀθεΐας τὸ ἔκτυπον ἔκαυσας

καὶ εὐσεβείας τὸ κράτος ἐτράνωσας,

πάτερ Ὅσιε· διὸ καὶ ἀφθόνως ἔλαβες

τὸ χάρισμα θεόθεν τῶν ἰάσεων.

 

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

 

Καταφύγιον ἐμπεριστάτων,

Μῆτερ πάναγνε Ὑψίστου Λόγου,

περιφρούρει καὶ εὐλόγει τοὺς δούλους σου,

ἀνευφημοῦντας πληθὺν θαυμασίων σου

καὶ τὸν Υἱὸν καὶ Θεόν σου δοξάζοντας

παρακλήσεσι σεπτοῦ Γαβριήλ, κοσμήτορος

τῶν ὁμολογητῶν τοῦ θείου Τόκου σου.

 

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

 

Γαβριήλ τῆς Γεωργίας

τιμαλφὲς σεμνολόγημα,

παιδιόθεν τρόποις

ἀγωγῆς τῆς σῆς εὐηρέστησας

Θεῷ, Οὗ κλῆσιν τὴν θείαν ὡμολόγησας

τὴν πανίερον

τρανῶς ἀθέων πρὸ βήματος.

 

Καταισχύνας τοὺς ἀθέους,

Γαβριήλ, τοῖς σοῖς φθέγμασι

καὶ σαλότητός σου

τρόποις ὑπ’ αὐτῶν κολαστήρια

καὶ ἀνυποίστους βασάνους καθυπέμεινας

διὰ πίστιν σου

εἰς τὸν φιλάνθρωπον Κύριον.

 

ς στεῤῥοψυχίας λύχνον,

Γαβριήλ, παμφαέστατον

καὶ Θεοῦ ἀγάπης

φάρον τηλαυγῆ εὐφημοῦμέν σε

τὸν τὴν πτωχείαν Κυρίου ἀγαπήσαντα

καὶ ἀσκήσαντα

ὑπερφυῶς, πάτερ Ὅσιε.

 

Θεοτοκίον.

 

Μητροπάρθενε, δυσώπει

ἐκτενῶς τὸν εὐΐλατον

Τόκον σου διδόναι

σθένος θριαμβεῦσαι τὸν δόλιον

τοῦ Γαβριὴλ ἱκεσίαις τοῦ παμμάκαρος,

ἐκνικήσαντος

ἄρτι ἀθέων συστήματα.

 

ᾨδὴ ε΄. Ἐξέστη  τὰ σύμπαντα.

 

θύντωρ προσφύγων σου

ἐδείχθης ἀπλανέστατος,

πάτερ Γαβριήλ, πρὸς σωτήριαν,

οἷς ἐβοήθεις

ὥσπερ πατὴρ συμπαθὴς

ἐν πτώσεσι ταῖς βιοτικαῖς

πρὸς ταχεῖαν ἔγερσιν

καὶ οὐράνιον ἄνοδον.

 

σίως ἐβίωσας

καὶ χαίρων διηκόνησας

τὴν δυάδα τῶν πνευματικῶν σου

πατέρων, μάκαρ,

ἐν Μπετανίας Μονῇ,

λαβόντων τὴν χάριν ὁμιλεῖν,

Γαβριὴλ πανθαύμαστε,

τοῖς νεκροῖς ὑπὲρ ἔννοιαν.

 

Νῦν πάντες ὑμνοῦμέν σε

τὸ μέλλον τῆς πατρίδος σου,

Γαβριὴλ θεόφρον, προειπόντα

καὶ ἐνοράσεις

ἀξιωθεὶς κατιδεῖν

ὡς ἄμεμπτος καὶ θεοειδής,

πάτερ ἰσουράνιε,

Γεωργίας ἐγκαύχημα.

 

Θεοτοκίον.

 

δήγησον δούλους σου

πρὸς τὰς ἐπάλξεις, Δέσποινα,

πόλου τὰς παμφώτους, Θεοτόκε,

τοὺς προσκυνοῦντας

σὴν παναγίαν μορφὴν

καὶ σπεύδοντας σῇ ἐπισκοπῇ

καὶ φρουρᾷ καὶ χάριτι

εὐλαβῶς, Μητροπάρθενε.

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

 

Μονήρους βίου ἐκτύπωμα,

κινήσεις σοῦ σαρκίου κατέστειλες

διὰ τῆς καύσεως

τῆς σῆς χειρός, πάτερ Ὅσιε,

σαρκὸς προκρίνας ἄλγη

δεινῆς κολάσεως.

 

σίων νέων τῆς πίστεως

κοσμῆτορ, Γαβριήλ, σὲ ἐνέκλεισαν

ἄθεοι τύραννοι

ψυχιατρίῳ, πανεύφημε,

μὴ γνόντες μεγαλεῖον

θερμῆς σου πίστεως.

 

Λαμπρύνεις τάφῳ πανσέπτῳ σου

Μονὴν Κυρίου Μεταμορφώσεως,

καὶ τῷ κελλίῳ σου

Πύργον τοῦ ἄνακτος Μύριαν,

ἐν ᾧ ἐτελειώθης,

θεοφορούμενε.

 

Θεοτοκίον.

 

σίων εὖχος ἀτίμητον

καὶ κλέϊσμα Μαρτύρων τῆς πίστεως,

Θεογεννήτρια,

ἡμῶν εὐχῶν νῦν ἐπάκουσον

καὶ ῥῦσαι δυσθυμίας

τοὺς σοὶ προστρέχοντας.

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

 

ρχιμανδρίτην εὐλαβῆ καὶ θεοείκελον,

χαριτωθέντα οὐρανόθεν εὐφημήσωμεν,

Γαβριήλ, ὡς διοράσεως ἐκμαγεῖον

καὶ Μονῆς Μεταμορφώσεως καλλώπισμα,

οὗ ὁ τάφος βρύει ἅπασιν ἰάματα,

πόθῳ κράζοντες· Χαίροις, Πάτερ πανόσιε.

 

Ὁ Οἶκος.

 

γγελοι ἐν τῷ πόλῳ,

Γαβριήλ, καὶ χορεῖαι

βροτῶν μελῳδικῶς σε ὑμνοῦσιν,

ὥσπερ νέον ὁμολογητὴν

καὶ πνευματοφόρον ἀσκητὴν λάμψαντα

ἀκτῖσι διοράσεως·

διό σοι εὐλαβῶς βοῶμεν·

 

Χαῖρε, ὁ γόνος τῆς Γεωργίας·

χαῖρε, ὁ φάρος τῆς εὐσεβείας.

 

Χαῖρε, τοῦ Χριστοῦ ἀγαπήσεως ἔσοπτρον·

χαῖρε, τοῦ λαοῦ ἐνισχύσεως θέμεθλον.

 

Χαῖρε, ὅτι στέφος εἴληφας θεῖον ὁμολογητοῦ·

χαῖρε, ὅτι κράτος ηὔξησας τοῦ Παντάνακτος Θεοῦ.

 

Χαῖρε, ὁ καταισχύνας τοὺς δυνάστας σοῖς λόγοις·

χαῖρε, ὁ ὁ ἀγλαΐσας Γεωργίαν σοῖς τρόποις.

 

Χαῖρε, φανὸς λαμπρὸς προοράσεως·

χαῖρε,  σκηπτὸς τοῦ πλάνου ἀλάστορος·

 

Χαῖρε, πιστῶν πρὸς Θεὸν ὁ ἰθύντωρ·

χαῖρε,  ἡμῶν ἐν δεινοῖς παρακλήτωρ·

 

Χαίροις, Πάτερ πανόσιε.

 

Καὶ ἀναγιγνώσκεται τὸ Μηνολόγιον τῆς ἡμέρας, ἤτοι τῆς β΄ Νοεμβρίου. Εἶτα λέγομεν·

Τῇ β΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν, Ἀρχιμανδρίτου Γαβριήλ, τοῦ διὰ Χριστὸν σαλοῦ καὶ ὁμολογητοῦ, ἐν Γεωργίᾳ ἀρτίως ἐκλάμψαντος.

 

Στίχοι.

 

Σῆς ὁμολογίας, Γαβριήλ, ἀρότρῳ

ψυχὰς ἐγεώργησας ἐν Γεωργίᾳ.

 

Συναξάριον.

 

   Ὁ Ὅσιος καὶ θεοφόρος Ἀρχιμανδρίτης, Γαβριήλ, τὸ νέον εὖχος  τῆς Γεωργιανῆς Ὀρθοδόξου Ἐκκλησίας, ὁ τοὐπίκλην Γκορέτζι Οὐργκεμπάντζε (Goderzi Urgebadze), ἐγεννήθη τῇ 26ῃ Αὐγούστου τοῦ 1929 ἐν Τιφλίδι καὶ ἐκοιμήθη τῇ 2ᾳ Νοεμβρίου τοῦ 1995 ἐν  Ματσχέτᾳ. Παιδιόθεν Θεὸν ἀγαπήσας πλουσίως ἔλαβεν ἐξ Αὐτοῦ τὸ χάρισμα τῆς θαυματουργίας καὶ δὴ αὐτὸ τῆς διοράσεως. Ἐν καιρῷ διωγμοῦ ὑπὸ τοῦ ἀθεϊστικοῦ τῆς Γεωργίας καθεστῶτος καὶ ἐν αὐτοῦ νεότητος χρόνοις ἰδίοις μόχθοις ἐδόμησε τετράτρουλλον Ναὸν παρὰ τὴν αὐτοῦ οἰκίαν. Ἐδιώχθη διὰ τὴν πίστιν καὶ βασάνους καὶ εἱρκτὴν πολύμηνον ὑπέμεινεν. Μωραῖς προσποιήσεσι καὶ τρόποις σαλότητος τῶν δυναστῶν τὴν ἰσχὺν κατηδάφισε καὶ πυρὶ παραδοὺς τὸ ἔκτυπον τοῦ τῆς ἀθεΐας καὶ τυραννίας τοῦ λαοῦ ἄρχοντος στέφος ὁμολογητοῦ ἀπείληφεν. Πλουσίως οὐρανόθεν ἐθαυμαστώθη καὶ διέλαμψεν ἀκτῖσιν ἰαμάτων, προοράσεως καὶ διοράσεως. Ἐν γήρᾳ ἠσκεῖτο ἐν τῇ Μονῇ τῆς τοῦ Χριστοῦ Θείας Μεταμορφώσεως Σαμτάβρο στὴ Ματσχέτα καὶ περιωρίσθη ἐν τῷ δομηθέντι ἐκεῖσε πύργῳ ὑπὸ τοῦ Ἁγίου βασιλέως Μύριαν δεχομενος τὰς ἐπισκέψεις πλήθους πιστῶν μεθ’ οὗ συνεδιελέγετο. Ἐν τοῖς κηρύγμασι τοῦ Ὁσίου Γέροντος ἐμφορουμένου ἐξ ἀγάπης πρὸς πάντας προειδοποίει τὸν λαὸν περὶ τῆς ἐλεύσεως τοῦ ἀντιχρίστου. Προγνοὺς τὰς ἐρωτήσεις τῶν πιστῶν ἐδίδου τὰς προσηκούσας ἀπαντήσεις αὐτοῖς δεικνὺς τὴν ἐν αὐτῷ οἰκοῦσαν χάριν τοῦ Παρακλήτου Πνεύματος. Ὢν αὐστηρὸς εἰς ἑαυτὸν καὶ ἐπιεικὴς τοῖς πλησίον ἐφήρμοζε τὸ Παύλειον· «Τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις» (Φιλιπ. δ΄ 5). Ὁ πάνσεπτος αὐτοῦ τάφος ἐν τῷ αὐλείῳ χώρῳ τῆς Μονῆς Μεταμορφώσεως ἀποτελεῖ πηγὴν ἰαμάτων καὶ τόπον προσκυνήματος πλήθους εὐσεβῶν ὁμολογούντων θεραπείας ἀνιάτων ἀσθενειῶν, καρκίνων, ἐγκεφαλικῶν ἐπεισοδίων καὶ καρδιακῶν προβλημάτων. Συνηριθμήθη τοῖς δήμοις τῶν Ἁγίων ὑπὸ τοῦ Πατριαρχείου Γεωργίας τῇ 20ῃ Δεκεμβρίου τοῦ σωτηρίου ἔτους 2012.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

 

Γόνε πάντιμε

Τιφλίδος, ῥόδα εὔοσμα

ἄρτι ἐξήνθησας

τῶν ἀρετῶν, Γαβριήλ,

καὶ δήμους κατηύφρανας

πιστούς, οὓς ἄθεοι

κατεπίεζον

δεινῶς καὶ ἐδυνάστευον

ἀλγεινῶς, πνευματοφόρε.

 

ἀστείρευτος

πηγὴ τοῦ ἁγιάσματος

πιστῶν πατρίδος σου,

φωτολαμπὲς Γαβριήλ,

πιεῖν δὸς ἱκέταις σου

ὕδωρ σωτήριον

ἐπιγνώσεως

Κυρίου καὶ τηρήσεως

ἐντολῶν Αὐτοῦ τῶν θείων.

 

Τάφον θεῖόν σου

πιστῶς κατασπαζόμενοι

Μεταμορφώσεως

Σεμνείου ἐν τῇ αὐλῇ

Χριστοῦ ἐμπιμπλάμεθα

ἰσχύος, Ὅσιε,

τὸν ἀρχέκακον

ἐχθρὸν καὶ πολυμήχανον

ἐν τῷ βίῳ θριαμβεῦσαι.

 

Θεοτοκίον.

 

δηγήτρια

ἀπλανεστάστη δούλων σου,

Θεογεννήτρια,

πρὸς οὐρανίους σκηνάς,

σοὺς δούλους ὁδήγησον

μέσῳ στενώσεων

καὶ ἀξίωσον

ἡμᾶς ἀνῦσαι δίοδον

ἀρετῶν, Μῆτερ ἁγία.

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

 

μνοις σε τιμῶντες μελιῤῥύτοις

και ᾄσμασι, Γαβριὴλ πνευματοφόρητε,

εὐσεβεῖς ἀείποτε

Γεωργίας σπεύδομεν

τοῦ βίου σου μιμήσασθαι

τὰ κατορθώματα,

δι’ ὧν ἀθέων ᾔσχυνας δήμους,

καὶ ἐν εὐλαβείᾳ

σὸν προσκυνῆσαι τάφον.

 

σιε, κοσμῆτορ Γεωργίας,

εἰκόνα τοῦ νέου Ναβουχοδονόσορος

ὁ μὴ ἀσπασάμενος,

σθένει δυναμούμενος

τοῦ Παρακλήτου Πνεύματος

αὐτὴν κατέκαυσας,

θεόφρον Γαβριήλ, σῆς καρδίας

τῷ πυρὶ ἀθέων

ἐνώπιον τοῦ ὄχλου.

 

Στῦλε ἀῤῥαγὲς ὀρθοπραξίας,

ἐστήριξας ἐν ἡμέραις ἀθεότητος

τὸν δυναστευόμενον

ὅμιλον πατρίδος σου

τῶν εὐσεβῶν σαλότητος

σῶν προσποιήσεων

καὶ βίου εὐαγοῦς βακτηρίᾳ,

Γαβριὴλ τρισμάκαρ,

τῆς Γεωργίας εὖχος.

 

Θεοτοκίον.

 

θυνας τὰ διαβήματά σου

ἐκ χρόνων τῆς σῆς νεότητος πρὸς Κύριον,

ᾯ Ναὸν ἀνήγειρας

ἐν πατρῴῳ οἴκῳ σου

καὶ Οὗ τὸ μέγα ὄνομα

καὶ πανσεβάσμιον

ἐδόξασας τῇ σῇ παῤῥησίᾳ,

Γαβριήλ, ἐν χρόνοις

ἐσχάτοις ἀθεΐας.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

 

Ὄλβε, Γαβριήλ, χρηστοηθείας,

νηστείαις καὶ κακουχίαις τὸ σαρκίον σου

κατατήξας πνεῦμά σου

πρὸς Θεὸν ἀνέτεινας

καὶ ἔδειξας τὸ θάῤῥος σου

καὶ παῤρησίαν σου

τῶν ἀθέων,

πάτερ, κατενώπιον

δι’ εἰκόνος ἀθέου τῆς καύσεως.

 

Ὕμνων, Γαβριήλ, τοῖς λευκανθέμοις

τὴν μνήμην σου καταῤῥαίνομεν τὴν πάνσεπτον

καὶ κατασπαζόμενοι

ἐν τῷ Πύργῳ Μύριαν

κελλίον σῆς ἀσκήσεως

καὶ θεῖον τάφον σου

ἐν αὐλείῳ

τῆς Μεταμορφώσεως

τοῦ Χριστοῦ Μάνδρας χώρῳ τιμῶμέν σε.

 

Χαῖρε, Γαβριήλ,

ψυχῆς γενναιότητος

πυρσὲ νεόφωτε,

χαῖρε, θεῖον μάργαρον

ὁμολογίας

Χριστοῦ τῆς πίστεως,

χαῖρε, ἡμῶν πρὸς Κύριον

μεσῖτα ἔνθερμε,

χαῖρε, φύλαξ

 

τῶν καταφευγόντων σοι,

Γεωργίας προστᾶτα ἀνύστακτε.

 

Θεοτοκίον.

 

Μήνιος ἐχθροῦ

σοὺς δούλους ἀπάλλαξον,

Θεογεννήτρια,

τοὺς ὑμνολογοῦντάς σε

ὡς οἰκετῶν σου

σεπτὸν διάσωσμα

καὶ θεῖον καταφύγιον

ἐν περιστάσεσι

Χριστωνύμων,

Παναγία Δέσποινα,

χαρμονῆς τῶν μερόπων ἡ πρόξενος.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

 

ν χρόνοις ἀθεότητος

Θεὸν ὁμολογήσαντα

ἐνώπιον τῶν τυράννων

ἐν Γεωργίᾳ ἀρτίως

καὶ τρόποις προσποιήσεως

αὐτοῦ μωραῖς αἰσχύναντα

δυνάστας εὐφημήσωμεν

νῦν, Γαβριήλ, ὡς Ὁσίων

νεολαμπῶν ἐκμαγεῖον.

 

Θεοτοκίον.

 

Τῇ βακτηρίᾳ στήριζε

εὐχῶν σου, Μητροπάρθενε,

τοὺς κλονουμένους ἐν βίῳ,

Θεογεννῆτορ, καὶ ῥύου

τοὺς δούλους σου ἑκάστοτε

παθῶν, κινδύνων, θλίψεων

καὶ ἐπηρείας δαίμονος

ταῖς ῥυπτικαῖς σου πρεσβείαις

πρὸς τὸν Υἱόν σου τὸν θεῖον.

 

Εἰς τοὺς Αἴνους ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος!

 

όδον Γεωργίας εὔοσμον,

θεοειδὲς Γαβριήλ,

εὐωδίᾳ σῆς πίστεως

καὶ κατορθωμάτων σου

Χριστωνύμους καθήδυνας

καὶ τῶν ἀθέων

ἑσμοὺς κατῄσχυνας

ὁμολογίᾳ

τῆς εὐσεβείας σου

καὶ κατακαύσεως

τῆς εἰκόνος, Ὅσιε ἐγκρατευτά,

γένος τὸ Ὀρθόδοξον

τοῦ δυναστεύοντος.

 

Πάτερ Γαβριήλ, ἰσάγγελε

Ἀρχιμανδρῖτα, Χριστοῦ

ὁ ἐξ ὅλης καρδίας σου

ἀγαπήσας Κτίσαντος

τὴν πτωχείαν καὶ βίον σου

ὁ δαπανήσας

σοφῶς πλησίον σου

τῇ σωτηρίᾳ,

στεφάνους εἴληφας

ἀϊδιότητος

ὡς πιστῶν ὑπέρμαχος καὶ ἀκλινὴς

καταπέλτης τάχιστος

τῆς ἀθεότητος.

 

Χαῖρε, Γαβριὴλ θεόσοφε,

ὁ τοῦ ἐχθροῦ μηχανὰς

σαῖς μωραῖς προσποιήσεσι

καὶ τῇ σῇ σαλότητι

καταστρέψας ἐν ἔτεσιν

ἐσχάτοις, μάκαρ,

σοφίας τέμενος

καὶ εὐσεβείας

φωστὴρ νεόφωτε,

πλῆθος προσφύγων σου

ηὔφρανας σοῖς ῥήμασι καὶ διδαχαῖς,

Γεωργίας σέμνωμα

περικλεέστατον.

 

Μνήμην τὴν σεπτήν σου ἄγοντες

πανευλαβῶς, Γαβριήλ,

Ὀρθοδόξων συστήματα

προσκυνοῦμεν τάφον σου

ὄντως τὸν χαριτόβρυτον

ἐν τῷ Σεμνείῳ

Μεταμορφώσεως

Χριστοῦ, Σαμτάβρο,

καὶ ἐμπιμπλάμεθα

θείας δυνάμεως

ἀντιστῆναι μήνυϊ τοῦ πονηροῦ

καὶ ὁδεῦσαι δόλιχον

σαφῶς Ὀρθόδοξον.

 

Δόξα. Ἦχος πλ. α΄.

 

ς μελίῤῥυτος στρουθὸς εὐσεβείας

Ὀρθοδοξίας ἐκελάδησας ᾄσματα

καὶ ὡς μεγάφωνος σάλπιγξ Θεοῦ ἀγάπης

ἀθέων ἀσίγησας τὰ ἀπύλωτα στόματα,

Γαβριὴλ πανθαύμαστε·

ὅθεν σε, τὸν μονάζοντα ἐπὶ δώματος κακουχίας

καὶ βασάνων παντοίων, γεραίροντες

τὰς εὐχάς σου αἰτούμεθα πρὸς καταισχύνην ἀπίστων

καὶ πιστῶν ἀγαλλίασιν καὶ ζωὴν τὴν αἰώνιον.

 

Καὶ νῦν. Θεοτοκίον. Μακαρίζομέν σε, Θεοτόκε Παρθένε,…

 

Δοξολογία Μεγάλη καὶ ‘Απόλυσις.

 

*****************************************

Ε Ν  Τ ῌ  Λ Ε Ι Τ Ο Υ Ρ Γ Ι ᾼ

 

Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τοῦ Ὁσίου ἡ γ΄ καὶ ἡ στ΄ ᾠδή.

 

Ἀπόστολος· πρὸς Γαλάτας. (Κεφ. ε΄ 22  – στ΄ 2 ).

Ἀδελφοί, ὁ καρπὸς τοῦ Πνεύματός ἐστι, χαρά,…

Ζήτει τῷ Σαββάτῳ τῆς ΚΖ΄ Ἑβδομάδος.

 

Εὐαγγέλιον·  κατὰ Λουκᾶν. (Κεφ. ιγ΄ 17  –  23 ).

Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ…

Ζήτει τῇ Πέμπτῃ τῆς Δ΄ Ἑβδομάδος.

 

Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον.

 

Μεγαλυνάριον.

 

Χαίροις, χαριτόβρυτε Γαβριήλ,

πρότυπον ἀγάπης,

διοράσεως λαμπηδών,

ἰαμάτων ῥεῖθρον

καὶ θαυμασίων κέρας,

Ἀρχιμανδρῖτα θεῖε,

πίστεως σέμνωμα.

 

Τρισσεῦον, “Κύριε, ἐλέησον”, ὡς ἐν Λιτῇ Ἁγίου Ὄρους

 

Γαβριήλ, ἡ χάρις σου* νέε Μτσχέτας Ὅσιε,* ἁγιάζει σύμπαντα.

 

Δίστιχον.

 

Γαβριὴλ Ὅσιον, Σάββα χάριν ἦσε,

πίστεως ὁμολογητήν, Χαραλάμπης.

 

Τ Ε Λ Ο Σ 

 

Κ Α Ι   Δ Ο Ξ Α

 

Τ  ῼ   Μ Ο Ν ῼ   Α Λ Η Θ Ι Ν ῼ 

 

Θ Ε ῼ   Η Μ Ω Ν

 

Ἀριθμ. Καταλ. Α 688 / 18-11-13